Κυριακή 20 Οκτωβρίου 2013

Από την υμνολογία της Οσίας Ματρώνης της Χιοπολίτιδος

Ἀπολυτίκιον Ἦχος πλ. δ’.

Ἐν σοί Μῆτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβοῦσα γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττουσα ἐδίδασκες, ὑπερορᾷν μέν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ· διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὁσία Ματρῶνα τό πνεῦμά σου (Χιακόν Λειμωνάριον)
Ἕτερον Ἀπολυτίκιον 
Ἦχος γ’. Τὴν ὡραιότητα.

Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου τερπνότητα, Ὁσία ἔλιπες, καὶ ἐμιμήσω ἐν σαρκί, Ἀγγέλων τὴν πολιτείαν· ὅθεν ταῖς τοῦ Πνεύματος, δωρεαῖς κατεφαίδρυνας, τὴν ἐνεγκαμένην σε, νῆσον Χίον πανεύφημε· διὸ χαρμονικῶς ἐκβοᾷ σοι· χαίροις Ματρῶνα πανολβία.

Ακούστε το απολυτίκιο:

Κοντάκιον Ἦχος γ’.

Οὐδαμῶς τὸ θῆλύ σοι, ἐμποδὼν ὤφθη Ματρῶνα, πρὸς τοὺς ὑπὲρ ἄνθρωπον, ἀγῶνας ὄντως καὶ ἄθλους· ᾔσχυνας, διὸ τὸν μέγαν νοῦν θεοφόρε· εὔφρανας, τὸ γυναικεῖον μεγάλως γένος, τὸ ἐκείνου ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἥττης ὄνειδος. (Χιακόν Λειμωνάριον)

Μεγαλυνάριον

Ἔβλυσας ἱδρῶτας ἀσκητικούς, ἐν τῇ Χίῳ Μῆτερ, ὡς καλλίκρουνός τις πηγή, ἐξ ὧν ἀπαντλοῦντες, Ματρῶνα μακαρία, παθῶν τῶν ψυχοφθόρων, ἐκκαθαιρόμεθα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου